Sappho: "That man seems to me an equal of gods" (2 B/D)
φαίνεταί μοι κῆνος ἴσος θέοισιν
ἔμμε’ ὤνηρ, ὄττις ἐνάντιός τοι
ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί-
4 σας ὑπακούει
καὶ γελαίσας ἰμέροεν, τό μ’ ἦ μὰν
καρδίαν ἐν στήθεσιν ἐπτόαισεν·
ὠς γὰρ ἔς σ’ ἴδω βρόχε’, ὤς με φώναι-
8 σ’ οὐδ’ ἔν ἔτ’ εἴκει,
ἀλλ’ ἄκαν μὲν γλῶσσα †ἔαγε†, λέπτον
δ’ αὔτικα χρῶι πῦρ ὐπαδεδρόμηκεν,
ὀππάτεσσι δ’ οὐδ’ ἒν ὅρημμ’, ἐπιρρόμ-
12 βεισι δ’ ἄκουαι,
†έκασε μ’ ἴδρως ψῦχρος κακχέεται†, τρόμος δὲ
παῖσαν ἄγρε, χλωροτέρα δὲ ποίας
ἔμμι, τεθνάκην δ’ ὀλίγω ’πιδεύης
16 φαίνομ’ ἔμ’ αὔται·
ἀλλὰ πὰν τόλματον ἐπεὶ †καὶ πένητα†