💾 Archived View for envs.net › ~kyrenaios › bibliotheke › sappho › 2.gmi captured on 2023-07-10 at 13:51:32. Gemini links have been rewritten to link to archived content
⬅️ Previous capture (2021-12-04)
-=-=-=-=-=-=-
φαίνεταί μοι κῆνος ἴσος θέοισιν ἔμμε’ ὤνηρ, ὄττις ἐνάντιός τοι ἰσδάνει καὶ πλάσιον ἆδυ φωνεί- 4 σας ὑπακούει καὶ γελαίσας ἰμέροεν, τό μ’ ἦ μὰν καρδίαν ἐν στήθεσιν ἐπτόαισεν· ὠς γὰρ ἔς σ’ ἴδω βρόχε’, ὤς με φώναι- 8 σ’ οὐδ’ ἔν ἔτ’ εἴκει, ἀλλ’ ἄκαν μὲν γλῶσσα †ἔαγε†, λέπτον δ’ αὔτικα χρῶι πῦρ ὐπαδεδρόμηκεν, ὀππάτεσσι δ’ οὐδ’ ἒν ὅρημμ’, ἐπιρρόμ- 12 βεισι δ’ ἄκουαι, †έκασε μ’ ἴδρως ψῦχρος κακχέεται†, τρόμος δὲ παῖσαν ἄγρε, χλωροτέρα δὲ ποίας ἔμμι, τεθνάκην δ’ ὀλίγω ’πιδεύης 16 φαίνομ’ ἔμ’ αὔται· ἀλλὰ πὰν τόλματον ἐπεὶ †καὶ πένητα†